Oedipus Tyrannus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. γῆς ὧδʼ ἀκάρπως κἀθέως ἐφθαρμένης.
Οἰδίπους
  1. οὐδʼ εἰ γὰρ ἦν τὸ πρᾶγμα μὴ θεήλατον,
  2. ἀκάθαρτον ὑμᾶς εἰκὸς ἦν οὕτως ἐᾶν,
  3. ἀνδρός γʼ ἀρίστου βασιλέως τʼ ὀλωλότος,
  4. ἀλλʼ ἐξερευνᾶν· νῦν δʼ ἐπεὶ κυρῶ γʼ ἐγὼ
  5. ἔχων μὲν ἀρχὰς ἃς ἐκεῖνος εἶχε πρίν,
  6. ἔχων δὲ λέκτρα καὶ γυναῖχʼ ὁμόσπορον,
  7. κοινῶν τε παίδων κοίνʼ ἄν, εἰ κείνῳ γένος
  8. μὴ ʼδυστύχησεν, ἦν ἂν ἐκπεφυκότα·
  9. νῦν δʼ ἐς τὸ κείνου κρᾶτʼ ἐνήλαθʼ ἡ τύχη·
  10. ἀνθʼ ὧν ἐγὼ τάδʼ, ὡσπερεὶ τοὐμοῦ πατρός,
  11. ὑπερμαχοῦμαι κἀπὶ πᾶν ἀφίξομαι,
  12. ζητῶν τὸν αὐτόχειρα τοῦ φόνου λαβεῖν,
  13. τῷ Λαβδακείῳ παιδὶ Πολυδώρου τε καὶ
  14. τοῦ πρόσθε Κάδμου τοῦ πάλαι τʼ Ἀγήνορος.
  15. καὶ ταῦτα τοῖς μὴ δρῶσιν εὔχομαι θεοὺς
  16. μήτʼ ἄροτον αὐτοῖς γῆς ἀνιέναι τινὰ
  17. μήτʼ οὖν γυναικῶν παῖδας, ἀλλὰ τῷ πότμῳ
  18. τῷ νῦν φθερεῖσθαι κἄτι τοῦδʼ ἐχθίονι·
  19. ὑμῖν δὲ τοῖς ἄλλοισι Καδμείοις, ὅσοις