Oedipus Tyrannus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- δείσας ἀπώσει τοὔπος ἢ χαὐτοῦ τόδε,
- ἃκ τῶνδε δράσω, ταῦτα χρὴ κλύειν ἐμοῦ.
- τὸν ἄνδρʼ ἀπαυδῶ τοῦτον, ὅστις ἐστί, γῆς
- τῆσδʼ, ἧς ἐγὼ κράτη τε καὶ θρόνους νέμω,
- μήτʼ εἰσδέχεσθαι μήτε προσφωνεῖν τινα,
- μήτʼ ἐν θεῶν εὐχαῖσι μήτε θύμασιν
- κοινὸν ποεῖσθαι, μήτε χέρνιβας νέμειν·
- ὠθεῖν δʼ ἀπʼ οἴκων πάντας, ὡς μιάσματος
- τοῦδʼ ἡμὶν ὄντος, ὡς τὸ Πυθικὸν θεοῦ
- μαντεῖον ἐξέφηνεν ἀρτίως ἐμοί.
- ἐγὼ μὲν οὖν τοιόσδε τῷ τε δαίμονι
- τῷ τʼ ἀνδρὶ τῷ θανόντι σύμμαχος πέλω·
- κατεύχομαι δὲ τὸν δεδρακότʼ, εἴτε τις
- εἷς ὢν λέληθεν εἴτε πλειόνων μέτα,
- κακὸν κακῶς νιν ἄμορον ἐκτρῖψαι βίον·
- ἐπεύχομαι δʼ, οἴκοισιν εἰ ξυνέστιος
- ἐν τοῖς ἐμοῖς γένοιτʼ ἐμοῦ συνειδότος,
- παθεῖν ἅπερ τοῖσδʼ ἀρτίως ἠρασάμην.
- ὑμῖν δὲ ταῦτα πάντʼ ἐπισκήπτω τελεῖν,
- ὑπέρ τʼ ἐμαυτοῦ τοῦ θεοῦ τε τῆσδέ τε