Oedipus Tyrannus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- τάδʼ ἔστʼ ἀρέσκονθʼ, ἥ τε σύμμαχος Δίκη
- χοἰ πάντες εὖ ξυνεῖεν εἰσαεὶ θεοί.
- ὥσπερ μʼ ἀραῖον ἔλαβες, ὧδʼ, ἄναξ, ἐρῶ.
- οὔτʼ ἔκτανον γὰρ οὔτε τὸν κτανόντʼ ἔχω
- δεῖξαι. τὸ δὲ ζήτημα τοῦ πέμψαντος ἦν
- Φοίβου τόδʼ εἰπεῖν, ὅστις εἴργασταί ποτε.
- δίκαιʼ ἔλεξας· ἀλλʼ ἀναγκάσαι θεοὺς
- ἃν μὴ θέλωσιν οὐδʼ ἂν εἷς δύναιτʼ ἀνήρ.
- τὰ δεύτερʼ ἐκ τῶνδʼ ἂν λέγοιμʼ ἁμοὶ δοκεῖ.
- εἰ καὶ τρίτʼ ἐστί, μὴ παρῇς τὸ μὴ οὐ φράσαι.
- ἄνακτʼ ἄνακτι ταὔθʼ ὁρῶντʼ ἐπίσταμαι
- μάλιστα Φοίβῳ Τειρεσίαν, παρʼ οὗ τις ἂν
- σκοπῶν τάδʼ, ὦναξ, ἐκμάθοι σαφέστατα.
- ἀλλʼ οὐκ ἐν ἀργοῖς οὐδὲ τοῦτʼ ἐπραξάμην.
- ἔπεμψα γὰρ Κρέοντος εἰπόντος διπλοῦς
- πομπούς· πάλαι δὲ μὴ παρῶν θαυμάζεται.
- καὶ μὴν τά γʼ ἄλλα κωφὰ καὶ παλαίʼ ἔπη.
- τὰ ποῖα ταῦτα; πάντα γὰρ σκοπῶ λόγον.
- θανεῖν ἐλέχθη πρός τινων ὁδοιπόρων.
- ἤκουσα κἀγώ. τὸν δʼ ἰδόντʼ οὐδεὶς ὁρᾷ.