Oedipus Tyrannus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- ἀγλαῶπι ¯ ˘ ¯
- πεύκᾳ ʼπὶ τὸν ἀπότιμον ἐν θεοῖς θεόν.
- αἰτεῖς· ἃ δʼ αἰτεῖς, τἄμʼ ἐὰν θέλῃς ἔπη
- κλύων δέχεσθαι τῇ νόσῳ θʼ ὑπηρετεῖν,
- ἀλκὴν λάβοις ἂν κἀνακούφισιν κακῶν·
- ἁγὼ ξένος μὲν τοῦ λόγου τοῦδʼ ἐξερῶ,
- ξένος δὲ τοῦ πραχθέντος· οὐ γὰρ ἂν μακρὰν
- ἴχνευον αὐτός, μὴ οὐκ ἔχων τι σύμβολον,
- νῦν δʼ ὕστερος γὰρ ἀστὸς εἰς ἀστοὺς τελῶ,
- ὑμῖν προφωνῶ πᾶσι Καδμείοις τάδε·
- ὅστις ποθʼ ὑμῶν Λάϊον τὸν Λαβδάκου
- κάτοιδεν ἀνδρὸς ἐκ τίνος διώλετο,
- τοῦτον κελεύω πάντα σημαίνειν ἐμοί·
- κεἰ μὲν φοβεῖται, τοὐπίκλημʼ ὑπεξελεῖν
- αὐτὸν καθʼ αὑτοῦ· πείσεται γὰρ ἄλλο μὲν
- ἀστεργὲς οὐδέν. γῆς δʼ ἄπεισιν ἀσφαλής.
- εἰ δʼ αὖ τις ἄλλον οἶδεν ἐξ ἄλλης χθονὸς
- τὸν αὐτόχειρα, μὴ σιωπάτω· τὸ γὰρ
- κέρδος τελῶ ʼγὼ χἠ χάρις προσκείσεται.
- εἰ δʼ αὖ σιωπήσεσθε, καί τις ἢ φίλου