Oedipus Tyrannus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- ὦ τέκνα, Κάδμου τοῦ πάλαι νέα τροφή,
- τίνας ποθʼ ἕδρας τάσδε μοι θοάζετε
- ἱκτηρίοις κλάδοισιν ἐξεστεμμένοι;
- πόλις δʼ ὁμοῦ μὲν θυμιαμάτων γέμει,
- ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων·
- ἁγὼ δικαιῶν μὴ παρʼ ἀγγέλων, τέκνα,
- ἄλλων ἀκούειν αὐτὸς ὧδʼ ἐλήλυθα,
- ὁ πᾶσι κλεινὸς Οἰδίπους καλούμενος.
- ἀλλʼ ὦ γεραιέ, φράζʼ, ἐπεὶ πρέπων ἔφυς
- πρὸ τῶνδε φωνεῖν, τίνι τρόπῳ καθέστατε,
- δείσαντες ἢ στέρξαντες; ὡς θέλοντος ἂν
- ἐμοῦ προσαρκεῖν πᾶν· δυσάλγητος γὰρ ἂν
- εἴην τοιάνδε μὴ οὐ κατοικτίρων ἕδραν.
- ἀλλʼ ὦ κρατύνων Οἰδίπους χώρας ἐμῆς,
- ὁρᾷς μὲν ἡμᾶς ἡλίκοι προσήμεθα
- βωμοῖσι τοῖς σοῖς· οἱ μὲν οὐδέπω μακρὰν
- πτέσθαι σθένοντες, οἱ δὲ σὺν γήρᾳ βαρεῖς,
- ἱερῆς, ἐγὼ μὲν Ζηνός, οἵδε τʼ ᾐθέων
- λεκτοί· τὸ δʼ ἄλλο φῦλον ἐξεστεμμένον
- ἀγοραῖσι θακεῖ πρός τε Παλλάδος διπλοῖς