Oedipus Tyrannus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- τί γὰρ κακῶν ἄπεστι; τὸν πατέρα πατὴρ
- ὑμῶν ἔπεφνε· τὴν τεκοῦσαν ἤροσεν,
- ὅθεν περ αὐτὸς ἐσπάρη, κἀκ τῶν ἴσων
- ἐκτήσαθʼ ὑμᾶς, ὧνπερ αὐτὸς ἐξέφυ.
- τοιαῦτʼ ὀνειδιεῖσθε· κᾆτα τίς γαμεῖ;
- οὐκ ἔστιν οὐδείς, ὦ τέκνʼ, ἀλλὰ δηλαδὴ
- χέρσους φθαρῆναι κἀγάμους ὑμᾶς χρεών.
- ὦ παῖ Μενοικέως, ἀλλʼ ἐπεὶ μόνος πατὴρ
- ταύταιν λέλειψαι, νὼ γάρ, ὣ ʼφυτεύσαμεν,
- ὀλώλαμεν δύʼ ὄντε, μή σφε περιίδῃς
- πτωχὰς ἀνάνδρους ἐκγενεῖς ἀλωμένας,
- μηδʼ ἐξισώσῃς τάσδε τοῖς ἐμοῖς κακοῖς.
- ἀλλʼ οἴκτισόν σφας, ὧδε τηλικάσδʼ ὁρῶν
- πάντων ἐρήμους, πλὴν ὅσον τὸ σὸν μέρος.
- ξύννευσον, ὦ γενναῖε, σῇ ψαύσας χερί.
- σφῷν δʼ, ὦ τέκνʼ, εἰ μὲν εἰχέτην ἤδη φρένας,
- πόλλʼ ἂν παρῄνουν· νῦν δὲ τοῦτʼ εὔχεσθέ μοι,
- οὗ καιρὸς ἐᾷ ζῆν, τοῦ βίου δὲ λῴονος
- ὑμᾶς κυρῆσαι τοῦ φυτεύσαντος πατρός.
- ἅλις ἵνʼ ἐξήκεις δακρύων· ἀλλʼ ἴθι στέγης ἔσω.