Oedipus Tyrannus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- λέγεις· ἐγὼ γὰρ εἰμʼ ὁ πορσύνας τάδε,
- γνοὺς τὴν παροῦσαν τέρψιν, ἥ σʼ εἶχεν πάλαι.
- ἀλλʼ εὐτυχοίης, καί σε τῆσδε τῆς ὁδοῦ
- δαίμων ἄμεινον ἢ ʼμὲ φρουρήσας τύχοι.
- ὦ τέκνα, ποῦ ποτʼ ἐστέ; δεῦρʼ ἴτʼ, ἔλθετε
- ὡς τὰς ἀδελφὰς τάσδε τὰς ἐμὰς χέρας,
- αἳ τοῦ φυτουργοῦ πατρὸς ὑμὶν ὧδʼ ὁρᾶν
- τὰ πρόσθε λαμπρὰ προυξένησαν ὄμματα·
- ὃς ὑμίν, ὦ τέκνʼ, οὔθʼ ὁρῶν οὔθʼ ἱστορῶν
- πατὴρ ἐφάνθην ἔνθεν αὐτὸς ἠρόθην.
- καὶ σφὼ δακρύω· προσβλέπειν γὰρ οὐ σθένω·
- νοούμενος τὰ λοιπὰ τοῦ πικροῦ βίου,
- οἷον βιῶναι σφὼ πρὸς ἀνθρώπων χρεών.
- ποίας γὰρ ἀστῶν ἥξετʼ εἰς ὁμιλίας,
- ποίας δʼ ἑορτάς, ἔνθεν οὐ κεκλαυμέναι
- πρὸς οἶκον ἵξεσθʼ ἀντὶ τῆς θεωρίας;
- ἀλλʼ ἡνίκʼ ἂν δὴ πρὸς γάμων ἥκητʼ ἀκμάς,
- τίς οὗτος ἔσται, τίς παραρρίψει, τέκνα,
- τοιαῦτʼ ὀνείδη λαμβάνων, ἃ ταῖς ἐμαῖς
- γοναῖσιν ἔσται σφῷν θʼ ὁμοῦ δηλήματα;