Oedipus Tyrannus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- πειστέον, κεἰ μηδὲν ἡδύ.
- πάντα γὰρ καιρῷ καλά.
- οἶσθʼ ἐφʼ οἷς οὖν εἶμι;
- λέξεις, καὶ τότʼ εἴσομαι κλύων.
- γῆς μʼ ὅπως πέμψεις ἄποικον.
- τοῦ θεοῦ μʼ αἰτεῖς δόσιν.
- ἀλλὰ θεοῖς γʼ ἔχθιστος ἥκω.
- τοιγαροῦν τεύξει τάχα.
- φῂς τάδʼ οὖν;
- ἃ μὴ φρονῶ γὰρ οὐ φιλῶ λέγειν μάτην.
- ἄπαγέ νύν μʼ ἐντεῦθεν ἤδη.
- στεῖχέ νυν, τέκνων δʼ ἀφοῦ.
- μηδαμῶς ταύτας γʼ ἕλῃ μου.
- πάντα μὴ βούλου κρατεῖν·
- καὶ γὰρ ἁκράτησας οὔ σοι τῷ βίῳ ξυνέσπετο.
- ὦ πάτρας Θήβης ἔνοικοι, λεύσσετʼ, Οἰδίπους ὅδε,
- ὃς τὰ κλείνʼ αἰνίγματʼ ᾔδει καὶ κράτιστος ἦν ἀνήρ,
- οὗ τίς οὐ ζήλῳ πολιτῶν ἦν τύχαις ἐπιβλέπων,
- εἰς ὅσον κλύδωνα δεινῆς συμφορᾶς ἐλήλυθεν.
- ὥστε θνητὸν ὄντα κείνην τὴν τελευταίαν ἰδεῖν