Oedipus Tyrannus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. μήτʼ ἄλλο πέρσαι μηδέν· οὐ γὰρ ἄν ποτε
  2. θνῄσκων ἐσώθην, μὴ ʼπί τῳ δεινῷ κακῷ.
  3. ἀλλʼ ἡ μὲν ἡμῶν μοῖρʼ, ὅποιπερ εἶσʼ, ἴτω·
  4. παίδων δὲ τῶν μὲν ἀρσένων μή μοι, Κρέων,
  5. προσθῇ μέριμναν· ἄνδρες εἰσίν, ὥστε μὴ
  6. σπάνιν ποτὲ σχεῖν, ἔνθʼ ἂν ὦσι, τοῦ βίου·
  7. ταῖν δʼ ἀθλίαιν οἰκτραῖν τε παρθένοιν ἐμαῖν,
  8. αἷν οὔποθʼ ἡμὴ χωρὶς ἐστάθη βορᾶς
  9. τράπεζʼ ἄνευ τοῦδʼ ἀνδρός, ἀλλʼ ὅσων ἐγὼ
  10. ψαύοιμι, πάντων τῶνδʼ ἀεὶ μετειχέτην·
  11. αἷν μοι μέλεσθαι· καὶ μάλιστα μὲν χεροῖν
  12. ψαῦσαί μʼ ἔασον κἀποκλαύσασθαι κακά.
  13. ἴθʼ ὦναξ,
  14. ἴθʼ ὦ γονῇ γενναῖε· χερσί τἂν θιγὼν
  15. δοκοῖμʼ ἔχειν σφᾶς, ὥσπερ ἡνίκʼ ἔβλεπον.
  16. τί φημί;
  17. οὐ δὴ κλύω που πρὸς θεῶν τοῖν μοι φίλοιν
  18. δακρυρροούντοιν, καί μʼ ἐποικτίρας Κρέων
  19. ἔπεμψέ μοι τὰ φίλτατʼ ἐκγόνοιν ἐμοῖν;
  20. λέγω τι;