Oedipus Tyrannus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- ῥῖψόν με γῆς ἐκ τῆσδʼ ὅσον τάχισθʼ, ὅπου
- θνητῶν φανοῦμαι μηδενὸς προσήγορος.
- ἔδρασʼ ἂν εὖ τοῦτʼ ἴσθʼ ἄν, εἰ μὴ τοῦ θεοῦ
- πρώτιστʼ ἔχρῃζον ἐκμαθεῖν τί πρακτέαν.
- ἀλλʼ ἥ γʼ ἐκείνου πᾶσʼ ἐδηλώθη φάτις,
- τὸν πατροφόντην, τὸν ἀσεβῆ μʼ ἀπολλύναι.
- οὕτως ἐλέχθη ταῦθʼ· ὅμως δʼ ἵνʼ ἕσταμεν
- χρείας, ἄμεινον ἐκμαθεῖν τι δραστέον.
- οὕτως ἄρʼ ἀνδρὸς ἀθλίου πεύσεσθʼ ὕπερ;
- καὶ γὰρ σὺ νῦν τἂν τῷ θεῷ πίστιν φέροις.
- καὶ σοί γʼ ἐπισκήπτω τε καὶ προστέψομαι,
- τῆς μὲν κατʼ οἴκους αὐτὸς ὃν θέλεις τάφον
- θοῦ· καὶ γὰρ ὀρθῶς τῶν γε σῶν τελεῖς ὕπερ·
- ἐμοῦ δὲ μήποτʼ ἀξιωθήτω τόδε
- πατρῷον ἄστυ ζῶντος οἰκητοῦ τυχεῖν,
- ἀλλʼ ἔα με ναίειν ὄρεσιν, ἔνθα κλῄζεται
- οὑμὸς Κιθαιρὼν οὗτος, ὃν μήτηρ τέ μοι
- πατήρ τʼ ἐθέσθην ζῶντε κύριον τάφον,
- ἵνʼ ἐξ ἐκείνων, οἵ μʼ ἀπωλλύτην, θάνω.
- καίτοι τοσοῦτόν γʼ οἶδα, μήτε μʼ ἂν νόσον