Oedipus Tyrannus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. ἀλλʼ ὧν ἐπαιτεῖς εἰς δέον πάρεσθʼ ὅδε
  2. Κρέων τὸ πράσσειν καὶ τὸ βουλεύειν, ἐπεὶ
  3. χώρας λέλειπται μοῦνος ἀντὶ σοῦ φύλαξ.
Οἰδίπους
  1. οἴμοι, τί δῆτα λέξομεν πρὸς τόνδʼ ἔπος;
  2. τίς μοι φανεῖται πίστις ἔνδικος; τὰ γὰρ
  3. πάρος πρὸς αὐτὸν πάντʼ ἐφεύρημαι κακός.
Κρέων
  1. οὐχ ὡς γελαστής, Οἰδίπους, ἐλήλυθα,
  2. οὐδʼ ὡς ὀνειδιῶν τι τῶν πάρος κακῶν.
  3. ἀλλʼ εἰ τὰ θνητῶν μὴ καταισχύνεσθʼ ἔτι
  4. γένεθλα, τὴν γοῦν πάντα βόσκουσαν φλόγα
  5. αἰδεῖσθʼ ἄνακτος Ἡλίου, τοιόνδʼ ἄγος
  6. ἀκάλυπτον οὕτω δεικνύναι, τὸ μήτε γῆ
  7. μήτʼ ὄμβρος ἱερὸς μήτε φῶς προσδέξεται.
  8. ἀλλʼ ὡς τάχιστʼ ἐς οἶκον ἐσκομίζετε·
  9. τοῖς ἐν γένει γὰρ τἀγγενῆ μάλισθʼ ὁρᾶν
  10. μόνοις τʼ ἀκούειν εὐσεβῶς ἔχει κακά.
Οἰδίπους
  1. πρὸς θεῶν, ἐπείπερ ἐλπίδος μʼ ἀπέσπασας,
  2. ἄριστος ἐλθὼν πρὸς κάκιστον ἄνδρʼ ἐμέ,
  3. πιθοῦ τί μοι· πρὸς σοῦ γὰρ οὐδʼ ἐμοῦ φράσω.
Κρέων
  1. καὶ τοῦ με χρείας ὧδε λιπαρεῖς τυχεῖν;