Oedipus Tyrannus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. κάλλος κακῶν ὕπουλον ἐξεθρέψατε·
  2. νῦν γὰρ κακός τʼ ὢν κἀκ κακῶν εὑρίσκομαι.
  3. ὦ τρεῖς κέλευθοι καὶ κεκρυμμένη νάπη
  4. δρυμός τε καὶ στενωπὸς ἐν τριπλαῖς ὁδοῖς,
  5. αἳ τοὐμὸν αἷμα τῶν ἐμῶν χειρῶν ἄπο
  6. ἐπίετε πατρός, ἆρά μου μέμνησθʼ ἔτι
  7. οἷʼ ἔργα δράσας ὑμὶν εἶτα δεῦρʼ ἰὼν
  8. ὁποῖʼ ἔπρασσον αὖθις; ᾧ γάμοι γάμοι,
  9. ἐφύσαθʼ ἡμᾶς, καὶ φυτεύσαντες πάλιν
  10. ἀνεῖτε ταὐτοῦ σπέρμα, κἀπεδείξατε
  11. πατέρας, ἀδελφούς, παῖδας, αἷμʼ ἐμφύλιον,
  12. νύμφας, γυναῖκας μητέρας τε, χὠπόσα
  13. αἴσχιστʼ ἐν ἀνθρώποισιν ἔργα γίγνεται.
  14. ἀλλʼ οὐ γὰρ αὐδᾶν ἔσθʼ ἃ μηδὲ δρᾶν καλόν,
  15. ὅπως τάχιστα πρὸς θεῶν ἔξω μέ που
  16. καλύψατʼ ἢ φονεύσατʼ ἢ θαλάσσιον
  17. ἐκρίψατʼ, ἔνθα μήποτʼ εἰσόψεσθʼ ἔτι.
  18. ἴτʼ, ἀξιώσατʼ ἀνδρὸς ἀθλίου θιγεῖν.
  19. πίθεσθε, μὴ δείσητε· τἀμὰ γὰρ κακὰ
  20. οὐδεὶς οἷός τε πλὴν ἐμοῦ φέρειν βροτῶν.