Oedipus Tyrannus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. βλαστοῦσʼ ὅπως ἔβλαστε, προσλεύσσειν ἐμοί;
  2. οὐ δῆτα τοῖς γʼ ἐμοῖσιν ὀφθαλμοῖς ποτε·
  3. οὐδʼ ἄστυ γʼ οὐδὲ πύργος οὐδὲ δαιμόνων
  4. ἀγάλμαθʼ ἱερά, τῶν ὁ παντλήμων ἐγὼ
  5. κάλλιστʼ ἀνὴρ εἷς ἔν γε ταῖς Θήβαις τραφεὶς
  6. ἀπεστέρησʼ ἐμαυτόν, αὐτὸς ἐννέπων
  7. ὠθεῖν ἅπαντας τὸν ἀσεβῆ, τὸν ἐκ θεῶν
  8. φανέντʼ ἄναγνον καὶ γένους τοῦ Λαΐου.
  9. τοιάνδʼ ἐγὼ κηλῖδα μηνύσας ἐμὴν
  10. ὀρθοῖς ἔμελλον ὄμμασιν τούτους ὁρᾶν;
  11. ἥκιστά γʼ· ἀλλʼ εἰ τῆς ἀκουούσης ἔτʼ ἦν
  12. πηγῆς διʼ ὤτων φραγμός, οὐκ ἂν ἐσχόμην
  13. τὸ μὴ ἀποκλῇσαι τοὐμὸν ἄθλιον δέμας,
  14. ἵνʼ ἦ τυφλός τε καὶ κλύων μηδέν· τὸ γὰρ
  15. τὴν φροντίδʼ ἔξω τῶν κακῶν οἰκεῖν γλυκύ.
  16. ἰὼ Κιθαιρών, τί μʼ ἐδέχου; τί μʼ οὐ λαβὼν
  17. ἔκτεινας εὐθύς, ὡς ἔδειξα μήποτε
  18. ἐμαυτὸν ἀνθρώποισιν ἔνθεν ἦ γεγώς;
  19. ὦ Πόλυβε καὶ Κόρινθε καὶ τὰ πάτρια
  20. λόγῳ παλαιὰ δώμαθʼ, οἷον ἆρά με