Oedipus Tyrannus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- ἔρυτο κἀνέσωσεν, οὐδὲν εἰς χάριν πράσσων.
- τότε γὰρ ἂν θανὼν
- οὐκ ἦ φίλοισιν οὐδʼ ἐμοὶ τοσόνδʼ ἄχος.
- θέλοντι κἀμοὶ τοῦτʼ ἂν ἦν.
- οὔκουν πατρός γʼ ἂν φονεὺς
- ἦλθον οὐδὲ νυμφίος
- βροτοῖς ἐκλήθην ὧν ἔφυν ἄπο.
- νῦν δʼ ἄθεος μέν εἰμʼ, ἀνοσίων δὲ παῖς,
- ὁμολεχὴς δʼ ἀφʼ ὧν αὐτὸς ἔφυν τάλας.
- εἰ δέ τι πρεσβύτερον ἔτι κακοῦ κακόν,
- τοῦτʼ ἔλαχʼ Οἰδίπους.
- οὐκ οἶδʼ ὅπως σε φῶ βεβουλεῦσθαι καλῶς·
- κρείσσων γὰρ ἦσθα μηκέτʼ ὢν ἢ ζῶν τυφλός.
- ὡς μὲν τάδʼ οὐχ ὧδʼ ἔστʼ ἄριστʼ εἰργασμένα,
- μή μʼ ἐκδίδασκε, μηδὲ συμβούλευʼ ἔτι.
- ἐγὼ γὰρ οὐκ οἶδʼ ὄμμασιν ποίοις βλέπων
- πατέρα ποτʼ ἂν προσεῖδον εἰς Ἅιδου μολὼν
- οὐδʼ αὖ τάλαιναν μητέρʼ, οἷν ἐμοὶ δυοῖν
- ἔργʼ ἐστὶ κρείσσονʼ ἀγχόνης εἰργασμένα.
- ἀλλʼ ἡ τέκνων δῆτʼ ὄψις ἦν ἐφίμερος,