Oedipus Tyrannus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- καίπερ σκοτεινός, τήν γε σὴν αὐδὴν ὅμως.
- ὦ δεινὰ δράσας, πῶς ἔτλης τοιαῦτα σὰς
- ὄψεις μαρᾶναι; τίς σʼ ἐπῆρε δαιμόνων;
- Ἀπόλλων τάδʼ ἦν, Ἀπόλλων, φίλοι,
- ὁ κακὰ κακὰ τελῶν ἐμὰ τάδʼ ἐμὰ πάθεα.
- ἔπαισε δʼ αὐτόχειρ νιν οὔτις, ἀλλʼ ἐγὼ τλάμων.
- τί γὰρ ἔδει μʼ ὁρᾶν,
- ὅτῳ γʼ ὁρῶντι μηδὲν ἦν ἰδεῖν γλυκύ;
- ἦν τᾷδʼ ὅπωσπερ καὶ σύ φῄς.
- τί δῆτʼ ἐμοὶ βλεπτὸν ἢ
- στερκτὸν ἢ προσήγορον
- ἔτʼ ἔστʼ ἀκούειν ἡδονᾷ φίλοι;
- ἀπάγετʼ ἐκτόπιον ὅ τι τάχιστά με,
- ἀπάγετʼ, ὦ φίλοι, τὸν μέγʼ ὀλέθριον
- τὸν καταρατότατον, ἔτι δὲ καὶ θεοῖς
- ἐχθρότατον βροτῶν.
- δείλαιε τοῦ νοῦ τῆς τε συμφορᾶς ἴσον,
- ὡς σʼ ἠθέλησα μηδέ γʼ ἂν γνῶναί ποτε.
- ὄλοιθʼ ὅστις ἦν, ὃς ἀγρίας πέδας
- μονάδʼ ἐπιποδίας ἔλυσʼ μʼ ἀπό τε φόνου