Oedipus Tyrannus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. πολλὰ δʼ ἀθρῆσαι·
  2. τοίαν φρίκην παρέχεις μοι.
Οἰδίπους
  1. αἰαῖ αἰαῖ, δύστανος ἐγώ,
  2. ποῖ γᾶς φέρομαι τλάμων; πᾷ μοι
  3. φθογγὰ διαπωτᾶται φοράδην;
  4. ἰὼ δαῖμον, ἵνʼ ἐξήλλου.
Χορός
  1. ἐς δεινὸν οὐδʼ ἀκουστὸν οὐδʼ ἐπόψιμον.
Οἰδίπους
  1. ἰὼ σκότου
  2. νέφος ἐμὸν ἀπότροπον, ἐπιπλόμενον ἄφατον,
  3. ἀδάματόν τε καὶ δυσούριστον ὄν.
  4. οἴμοι,
  5. οἴμοι μάλʼ αὖθις· οἷον εἰσέδυ μʼ ἅμα
  6. κέντρων τε τῶνδʼ οἴστρημα καὶ μνήμη κακῶν.
Χορός
  1. καὶ θαῦμά γʼ οὐδὲν ἐν τοσοῖσδε πήμασιν
  2. διπλᾶ σε πενθεῖν καὶ διπλᾶ φορεῖν κακά.
Οἰδίπους
  1. ἰὼ φίλος,
  2. σὺ μὲν ἐμὸς ἐπίπολος ἔτι μόνιμος· ἔτι γὰρ
  3. ὑπομένεις με τὸν τυφλὸν κηδεύων.
  4. φεῦ φεῦ.
  5. οὐ γάρ με λήθεις, ἀλλὰ γιγνώσκω σαφῶς,