Oedipus Tyrannus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. νῦν δʼ ἔσθʼ ὁ τλήμων ἐν τίνι σχολῇ κακοῦ;
Ἐξάγγελος
  1. βοᾷ διοίγειν κλῇθρα καὶ δηλοῦν τινα
  2. τοῖς πᾶσι Καδμείοισι τὸν πατροκτόνον,
  3. τὸν μητέρʼ—αὐδῶν ἀνόσιʼ οὐδὲ ῥητά μοι,
  4. ὡς ἐκ χθονὸς ῥίψων ἑαυτὸν οὐδʼ ἔτι
  5. μενῶν δόμοις ἀραῖος, ὡς ἠράσατο.
  6. ῥώμης γε μέντοι καὶ προηγητοῦ τινος
  7. δεῖται· τὸ γὰρ νόσημα μεῖζον ἢ φέρειν.
  8. δείξει δὲ καὶ σοί· κλῇθρα γὰρ πυλῶν τάδε
  9. διοίγεται· θέαμα δʼ εἰσόψει τάχα
  10. τοιοῦτον οἷον καὶ στυγοῦντʼ ἐποικτίσαι.
Χορός
  1. ὦ δεινὸν ἰδεῖν πάθος ἀνθρώποις,
  2. ὦ δεινότατον πάντων ὅσʼ ἐγὼ
  3. προσέκυρσʼ ἤδη. τίς σʼ, ὦ τλῆμον,
  4. προσέβη μανία; τίς ὁ πηδήσας
  5. μείζονα δαίμων τῶν μακίστων
  6. πρὸς σῇ δυσδαίμονι μοίρᾳ;
  7. φεῦ φεῦ, δύστανʼ·
  8. ἀλλʼ οὐδʼ ἐσιδεῖν δύναμαί σε, θέλων
  9. πόλλʼ ἀνερέσθαι, πολλὰ πυθέσθαι,