Oedipus Tyrannus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- χαλᾷ κρεμαστὴν ἀρτάνην. ἐπεὶ δὲ γῇ
- ἔκειτο τλήμων, δεινὰ δʼ ἦν τἀνθένδʼ ὁρᾶν.
- ἀποσπάσας γὰρ εἱμάτων χρυσηλάτους
- περόνας ἀπʼ αὐτῆς, αἷσιν ἐξεστέλλετο,
- ἄρας ἔπαισεν ἄρθρα τῶν αὑτοῦ κύκλων,
- αὐδῶν τοιαῦθʼ, ὁθούνεκʼ οὐκ ὄψοιντό νιν
- οὔθʼ οἷʼ ἔπασχεν οὔθʼ ὁποῖʼ ἔδρα κακά,
- ἀλλʼ ἐν σκότῳ τὸ λοιπὸν οὓς μὲν οὐκ ἔδει
- ὀψοίαθʼ, οὓς δʼ ἔχρῃζεν οὐ γνωσοίατο.
- τοιαῦτʼ ἐφυμνῶν πολλάκις τε κοὐχ ἅπαξ
- ἤρασσʼ ἐπαίρων βλέφαρα. φοίνιαι δʼ ὁμοῦ
- γλῆναι γένειʼ ἔτελλον, οὐδʼ ἀνίεσαν
- φόνου μυδώσας σταγόνας, ἀλλʼ ὁμοῦ μέλας
- ὄμβρος χαλάζης αἱματοῦς ἐτέγγετο.
- τάδʼ ἐκ δυοῖν ἔρρωγεν, οὐ μόνου κάτα,
- ἀλλʼ ἀνδρὶ καὶ γυναικὶ συμμιγῆ κακά.
- ὁ πρὶν παλαιὸς δʼ ὄλβος ἦν πάροιθε μὲν
- ὄλβος δικαίως· νῦν δὲ τῇδε θἠμέρᾳ
- στεναγμός, ἄτη, θάνατος, αἰσχύνη, κακῶν
- ὅσʼ ἐστὶ πάντων ὀνόματʼ, οὐδέν ἐστʼ ἀπόν.