Oedipus Tyrannus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- μνήμην παλαιῶν σπερμάτων ἔχουσʼ, ὑφʼ ὧν
- θάνοι μὲν αὐτός, τὴν δὲ τίκτουσαν λίποι
- τοῖς οἷσιν αὐτοῦ δύστεκνον παιδουργίαν.
- γοᾶτο δʼ εὐνάς, ἔνθα δύστηνος διπλοῦς
- ἐξ ἀνδρὸς ἄνδρα καὶ τέκνʼ ἐκ τέκνων τέκοι.
- χὤπως μὲν ἐκ τῶνδʼ οὐκέτʼ οἶδʼ ἀπόλλυται·
- βοῶν γὰρ εἰσέπαισεν Οἰδίπους, ὑφʼ οὗ
- οὐκ ἦν τὸ κείνης ἐκθεάσασθαι κακόν,
- ἀλλʼ εἰς ἐκεῖνον περιπολοῦντʼ ἐλεύσσομεν.
- φοιτᾷ γὰρ ἡμᾶς ἔγχος ἐξαιτῶν πορεῖν,
- γυναῖκά τʼ οὐ γυναῖκα, μητρῴαν δʼ ὅπου
- κίχοι διπλῆν ἄρουραν οὗ τε καὶ τέκνων.
- λυσσῶντι δʼ αὐτῷ δαιμόνων δείκνυσί τις·
- οὐδεὶς γὰρ ἀνδρῶν, οἳ παρῆμεν ἐγγύθεν.
- δεινὸν δʼ ἀύσας ὡς ὑφηγητοῦ τινος
- πύλαις διπλαῖς ἐνήλατʼ, ἐκ δὲ πυθμένων
- ἔκλινε κοῖλα κλῇθρα κἀμπίπτει στέγῃ.
- οὗ δὴ κρεμαστὴν τὴν γυναῖκʼ ἐσείδομεν,
- πλεκταῖσιν αἰώραισιν ἐμπεπλεγμένην.
- ὁ δʼ ὡς ὁρᾷ νιν, δεινὰ βρυχηθεὶς τάλας