Oedipus Tyrannus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. τῶν Λαβδακείων ἐντρέπεσθε δωμάτων.
  2. οἶμαι γὰρ οὔτʼ ἂν Ἴστρον οὔτε Φᾶσιν ἂν
  3. νίψαι καθαρμῷ τήνδε τὴν στέγην, ὅσα
  4. κεύθει, τὰ δʼ αὐτίκʼ εἰς τὸ φῶς φανεῖ κακὰ
  5. ἑκόντα κοὐκ ἄκοντα. τῶν δὲ πημονῶν
  6. μάλιστα λυποῦσʼ αἳ φανῶσʼ αὐθαίρετοι.
Χορός
  1. λείπει μὲν οὐδʼ ἃ πρόσθεν εἴδομεν τὸ μὴ οὐ
  2. βαρύστονʼ εἶναι· πρὸς δʼ ἐκείνοισιν τί φῄς;
Ἐξάγγελος
  1. ὁ μὲν τάχιστος τῶν λόγων εἰπεῖν τε καὶ
  2. μαθεῖν, τέθνηκε θεῖον Ἰοκάστης κάρα.
Χορός
  1. ὦ δυστάλαινα, πρὸς τίνος ποτʼ αἰτίας;
Ἐξάγγελος
  1. αὐτὴ πρὸς αὑτῆς. τῶν δὲ πραχθέντων τὰ μὲν
  2. ἄλγιστʼ ἄπεστιν· ἡ γὰρ ὄψις οὐ πάρα.
  3. ὅμως δʼ, ὅσον γε κἀν ἐμοὶ μνήμης ἔνι,
  4. πεύσει τὰ κείνης ἀθλίας παθήματα.
  5. ὅπως γὰρ ὀργῇ χρωμένη παρῆλθʼ ἔσω
  6. θυρῶνος, ἵετʼ εὐθὺ πρὸς τὰ νυμφικὰ
  7. λέχη, κόμην σπῶσʼ ἀμφιδεξίοις ἀκμαῖς.
  8. πύλας δʼ, ὅπως εἰσῆλθʼ, ἐπιρράξασʼ ἔσω
  9. καλεῖ τὸν ἤδη Λάϊον πάλαι νεκρόν,