Oedipus Tyrannus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- ξύνοικος ἀλλαγᾷ βίου;
- ἰὼ κλεινὸν Οἰδίπου κάρα,
- ἦ στέγας λιμὴν
- αὑτὸς ἤρκεσεν
- παιδὶ καὶ πατρὶ θαλαμηπόλῳ πεσεῖν;
- πῶς ποτε πῶς ποθʼ αἱ πατρῷαί σʼ ἄλοκες φέρειν, τάλας,
- σῖγʼ ἐδυνάθησαν ἐς τοσόνδε;
- ἐφηῦρέ σʼ ἄκονθʼ ὁ πάνθʼ ὁρῶν χρόνος,
- δικάζει τʼ ἄγαμον γάμον πάλαι
- τεκνοῦντα καὶ τεκνούμενον.
- ἰώ, Λαΐειον ὦ τέκνον,
- εἴθε σʼ εἴθε σε
- μήποτʼ εἰδόμαν.
- δύρομαι γὰρ ὥσπερ ἰάλεμον χέων
- ἐκ στομάτων. τὸ δʼ ὀρθὸν εἰπεῖν, ἀνέπνευσά τʼ ἐκ
- σέθεν
- καὶ κατεκοίμασα τοὐμὸν ὄμμα.
- ὦ γῆς μέγιστα τῆσδʼ ἀεὶ τιμώμενοι,
- οἷʼ, ἔργʼ ἀκούσεσθʼ, οἷα δʼ εἰσόψεσθʼ, ὅσον δʼ
- ἀρεῖσθε πένθος, εἴπερ ἐγγενῶς ἔτι