Oedipus Tyrannus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- ἰὼ γενεαὶ βροτῶν,
- ὡς ὑμᾶς ἴσα καὶ τὸ μηδὲν ζώσας ἐναριθμῶ.
- τίς γάρ, τίς ἀνὴρ πλέον
- τᾶς εὐδαιμονίας φέρει
- ἢ τοσοῦτον ὅσον δοκεῖν
- καὶ δόξαντʼ ἀποκλῖναι;
- τὸν σόν τοι παράδειγμʼ ἔχων,
- τὸν σὸν δαίμονα, τὸν σόν, ὦ τλᾶμον Οἰδιπόδα, βροτῶν
- οὐδὲν μακαρίζω·
- ὅστις καθʼ ὑπερβολὰν
- τοξεύσας ἐκράτησε τοῦ πάντʼ εὐδαίμονος ὄλβου,
- ὦ Ζεῦ, κατὰ μὲν φθίσας
- τὰν γαμψώνυχα παρθένον
- χρησμῳδόν, θανάτων δʼ ἐμᾷ
- χώρᾳ πύργος ἀνέστα·
- ἐξ οὗ καὶ βασιλεὺς καλεῖ
- ἐμὸς καὶ τὰ μέγιστʼ ἐτιμάθης, ταῖς μεγάλαισιν ἐν
- Θήβαισιν ἀνάσσων.
- τανῦν δʼ ἀκούειν τίς ἀθλιώτερος;
- τίς ἄταις ἀγρίαις, τίς ἐν πόνοις