Oedipus Tyrannus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. τόνδʼ ὃς πάρεστιν· ἢ ξυναλλάξας τί πω;
Θεράπων
  1. οὐχ ὥστε γʼ εἰπεῖν ἐν τάχει μνήμης ἄπο.
Ἄγγελος
  1. κοὐδέν γε θαῦμα, δέσποτʼ· ἀλλʼ ἐγὼ σαφῶς
  2. ἀγνῶτʼ ἀναμνήσω νιν. εὖ γὰρ οἶδʼ ὅτι
  3. κάτοιδεν, ἦμος τῷ Κιθαιρῶνος τόπῳ,
  4. ὁ μὲν διπλοῖσι ποιμνίοις, ἐγὼ δʼ ἑνί,
  5. ἐπλησίαζον τῷδε τἀνδρὶ τρεῖς ὅλους
  6. ἐξ ἦρος εἰς ἀρκτοῦρον ἑκμήνους χρόνους·
  7. χειμῶνα δʼ ἤδη τἀμά τʼ εἰς ἔπαυλʼ ἐγὼ
  8. ἤλαυνον οὗτός τʼ εἰς τὰ Λαΐου σταθμά.
  9. λέγω τι τούτων ἢ οὐ λέγω πεπραγμένον;
Θεράπων
  1. λέγεις ἀληθῆ, καίπερ ἐκ μακροῦ χρόνου.
Ἄγγελος
  1. φέρʼ εἰπὲ νῦν, τότʼ οἶσθα παῖδά μοί τινα
  2. δούς, ὡς ἐμαυτῷ θρέμμα θρεψαίμην ἐγώ;
Θεράπων
  1. τί δʼ ἔστι; πρὸς τί τοῦτο τοὔπος ἱστορεῖς;
Ἄγγελος
  1. ὅδʼ ἐστίν, ὦ τᾶν, κεῖνος ὃς τότʼ ἦν νέος.
Θεράπων
  1. οὐκ εἰς ὄλεθρον; οὐ σιωπήσας ἔσει;
Οἰδίπους
  1. ἆ, μὴ κόλαζε, πρέσβυ, τόνδʼ, ἐπεὶ τὰ σὰ
  2. δεῖται κολαστοῦ μᾶλλον ἢ τὰ τοῦδʼ ἔπη.
Θεράπων
  1. τί δʼ, ὦ φέριστε δεσποτῶν, ἁμαρτάνω;