Oedipus Tyrannus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- εἰ χρή τι κἀμὲ μὴ συναλλάξαντά πω,
- πρέσβεις, σταθμᾶσθαι, τὸν βοτῆρʼ ὁρᾶν δοκῶ,
- ὅνπερ πάλαι ζητοῦμεν· ἔν τε γὰρ μακρῷ
- γήρᾳ ξυνᾴδει τῷδε τἀνδρὶ σύμμετρος,
- ἄλλως τε τοὺς ἄγοντας ὥσπερ οἰκέτας
- ἔγνωκʼ ἐμαυτοῦ· τῇ δʼ ἐπιστήμῃ σύ μου
- προύχοις τάχʼ ἄν που, τὸν βοτῆρʼ ἰδὼν πάρος.
- ἔγνωκα γάρ, σάφʼ ἴσθι· Λαΐου γὰρ ἦν
- εἴπερ τις ἄλλος πιστὸς ὡς νομεὺς ἀνήρ.
- σὲ πρῶτʼ ἐρωτῶ, τὸν Κορίνθιον ξένον, ἦ τόνδε φράζεις;
- τοῦτον, ὅνπερ εἰσορᾷς.
- οὗτος σύ, πρέσβυ, δεῦρό μοι φώνει βλέπων
- ὅσʼ ἄν σʼ ἐρωτῶ. Λαΐου ποτʼ ἦσθα σύ;
- ἦ δοῦλος οὐκ ὠνητός, ἀλλʼ οἴκοι τραφείς.
- ἔργον μεριμνῶν ποῖον ἢ βίον τινά;
- ποίμναις τὰ πλεῖστα τοῦ βίου συνειπόμην.
- χώροις μάλιστα πρὸς τίσι ξύναυλος ὤν;
- ἦν μὲν Κιθαιρών, ἦν δὲ πρόσχωρος τόπος.
- τὸν ἄνδρα τόνδʼ οὖν οἶσθα τῇδέ που μαθών;
- τί χρῆμα δρῶντα; ποῖον ἄνδρα καὶ λέγεις;