Oedipus Tyrannus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. οὐκ ἐννέπων τὸν παῖδʼ ὃν οὗτος ἱστορεῖ.
Θεράπων
  1. λέγει γὰρ εἰδὼς οὐδέν, ἀλλʼ ἄλλως πονεῖ.
Οἰδίπους
  1. σὺ πρὸς χάριν μὲν οὐκ ἐρεῖς, κλαίων δʼ ἐρεῖς.
Θεράπων
  1. μὴ δῆτα, πρὸς θεῶν, τὸν γέροντά μʼ αἰκίσῃ.
Οἰδίπους
  1. οὐχ ὡς τάχος τις τοῦδʼ ἀποστρέψει χέρας;
Θεράπων
  1. δύστηνος, ἀντὶ τοῦ; τί προσχρῄζων μαθεῖν;
Οἰδίπους
  1. τὸν παῖδʼ ἔδωκας τῷδʼ ὃν οὗτος ἱστορεῖ;
Θεράπων
  1. ἔδωκʼ· ὀλέσθαι δʼ ὤφελον τῇδʼ ἡμέρᾳ.
Οἰδίπους
  1. ἀλλʼ εἰς τόδʼ ἥξεις μὴ λέγων γε τοὔνδικον.
Θεράπων
  1. πολλῷ γε μᾶλλον, ἢν φράσω, διόλλυμαι.
Οἰδίπους
  1. ἁνὴρ ὅδʼ, ὡς ἔοικεν, ἐς τριβὰς ἐλᾷ.
Θεράπων
  1. οὐ δῆτʼ ἔγωγʼ, ἀλλʼ εἶπον, ὡς δοίην, πάλαι.
Οἰδίπους
  1. πόθεν λαβών; οἰκεῖον ἢ ʼξ ἄλλου τινός;
Θεράπων
  1. ἐμὸν μὲν οὐκ ἔγωγʼ, ἐδεξάμην δέ του.
Οἰδίπους
  1. τίνος πολιτῶν τῶνδε κἀκ ποίας στέγης;
Θεράπων
  1. μὴ πρὸς θεῶν, μή, δέσποθʼ, ἱστόρει πλέον.
Οἰδίπους
  1. ὄλωλας, εἴ σε ταῦτʼ ἐρήσομαι πάλιν.
Θεράπων
  1. τῶν Λαΐου τοίνυν τις ἦν γεννημάτων.
Οἰδίπους
  1. ἦ δοῦλος ἢ κείνου τις ἐγγενὴς γεγώς;
Θεράπων
  1. οἴμοι, πρὸς αὐτῷ γʼ εἰμὶ τῷ δεινῷ λέγειν.