Oedipus Tyrannus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- ἐγὼ δʼ ἐμαυτὸν παῖδα τῆς Τύχης νέμων
- τῆς εὖ διδούσης οὐκ ἀτιμασθήσομαι.
- τῆς γὰρ πέφυκα μητρός· οἱ δὲ συγγενεῖς
- μῆνές με μικρὸν καὶ μέγαν διώρισαν.
- τοιόσδε δʼ ἐκφὺς οὐκ ἂν ἐξέλθοιμʼ ἔτι
- ποτʼ ἄλλος, ὥστε μὴ ʼκμαθεῖν τοὐμὸν γένος.
- εἴπερ ἐγὼ μάντις εἰμὶ καὶ κατὰ γνώμαν ἴδρις,
- οὐ τὸν Ὄλυμπον ἀπείρων, ὦ Κιθαιρών,
- οὐκ ἔσει τὰν αὔριον
- πανσέληνον, μὴ οὐ σέ γε καὶ πατριώταν Οἰδίπουν
- καὶ τροφὸν καὶ ματέρʼ αὔξειν,
- καὶ χορεύεσθαι πρὸς ἡμῶν, ὡς ἐπὶ ἦρα φέροντα τοῖς ἐμοῖς τυράννοις.
- ἰήϊε Φοῖβε, σοὶ δὲ ταῦτʼ ἀρέστʼ εἴη.
- τίς σε, τέκνον, τίς σʼ ἔτικτε τᾶν μακραιώνων ἄρα
- Πανὸς ὀρεσσιβάτα πατρὸς πελασθεῖσʼ;
- ἢ σέ γʼ εὐνάτειρά τις
- Λοξίου; τῷ γὰρ πλάκες ἀγρόνομοι πᾶσαι φίλαι·
- εἴθʼ ὁ Κυλλάνας ἀνάσσων,
- εἴθʼ ὁ Βακχεῖος θεὸς ναίων ἐπʼ ἄκρων ὀρέων σʼ εὕρημα δέξατʼ ἔκ του
- Νυμφᾶν Ἑλικωνίδων, αἷς πλεῖστα συμπαίζει.