Oedipus Tyrannus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- μὴ πρὸς θεῶν, εἴπερ τι τοῦ σαυτοῦ βίου
- κήδει, ματεύσῃς τοῦθʼ· ἅλις νοσοῦσʼ ἐγώ.
- θάρσει· σὺ μὲν γὰρ οὐδʼ ἐὰν τρίτης ἐγὼ
- μητρὸς φανῶ τρίδουλος, ἐκφανεῖ κακή.
- ὅμως πιθοῦ μοι, λίσσομαι· μὴ δρᾶ τάδε.
- οὐκ ἂν πιθοίμην μὴ οὐ τάδʼ ἐκμαθεῖν σαφῶς.
- καὶ μὴν φρονοῦσά γʼ εὖ τὰ λῷστά σοι λέγω.
- τὰ λῷστα τοίνυν ταῦτά μʼ ἀλγύνει πάλαι.
- ὦ δύσποτμʼ, εἴθε μήποτε γνοίης ὃς εἶ.
- ἄξει τις ἐλθὼν δεῦρο τὸν βοτῆρά μοι;
- ταύτην δʼ ἐᾶτε πλουσίῳ χαίρειν γένει.
- ἰοὺ ἰού, δύστηνε· τοῦτο γάρ σʼ ἔχω
- μόνον προσειπεῖν, ἄλλο δʼ οὔποθʼ ὕστερον.
- τί ποτε βέβηκεν, Οἰδίπους, ὑπʼ ἀγρίας
- ᾄξασα λύπης ἡ γυνή; δέδοιχʼ ὅπως
- μὴ ʼκ τῆς σιωπῆς τῆσδʼ ἀναρρήξει κακά.
- ὁποῖα χρῄζει ῥηγνύτω· τοὐμὸν δʼ ἐγώ,
- κεἰ σμικρόν ἐστι, σπέρμʼ ἰδεῖν βουλήσομαι.
- αὕτη δʼ ἴσως, φρονεῖ γὰρ ὡς γυνὴ μέγα,
- τὴν δυσγένειαν τὴν ἐμὴν αἰσχύνεται.