Ajax

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. διῆλθʼ Ἀχαιοὺς πάντας ὡς οἴχει θανών.
  2. ἁγὼ κλύων δύστηνος ἐκποδὼν μὲν ὢν
  3. ὑπεστέναζον, νῦν δʼ ὁρῶν ἀπόλλυμαι.
  4. οἴμοι.
  5. ἴθʼ, ἐκκάλυψον, ὡς ἴδω τὸ πᾶν κακόν.
  6. ὦ δυσθέατον ὄμμα καὶ τόλμης πικρᾶς,
  7. ὅσας ἀνίας μοι κατασπείρας φθίνεις.
  8. ποῖ γὰρ μολεῖν μοι δυνατόν, εἰς ποίους βροτούς,
  9. τοῖς σοῖς ἀρήξαντʼ ἐν πόνοισι μηδαμοῦ;
  10. ἦ πού με Τελαμών, σὸς πατὴρ ἐμός θʼ ἅμα,
  11. δέξαιτʼ ἂν εὐπρόσωπος ἵλεώς τʼ ἴσως
  12. χωροῦντʼ ἄνευ σοῦ. πῶς γὰρ οὔχ; ὅτῳ πάρα
  13. μηδʼ εὐτυχοῦντι μηδὲν ἥδιον γελᾶν.
  14. οὗτος τί κρύψει; ποῖον οὐχ ἐρεῖ κακὸν
  15. τὸν ἐκ δορὸς γεγῶτα πολεμίου νόθον,
  16. τὸν δειλίᾳ προδόντα καὶ κακανδρίᾳ
  17. σέ, φίλτατʼ Αἴας, ἢ δόλοισιν, ὡς τὰ σὰ
  18. κράτη θανόντος καὶ δόμους νέμοιμι σούς.
  19. τοιαῦτʼ ἀνὴρ δύσοργος, ἐν γήρᾳ βαρύς,
  20. ἐρεῖ, πρὸς οὐδὲν εἰς ἔριν θυμούμενος.