Ajax
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- τέλος δʼ ἀπωστὸς γῆς ἀπορριφθήσομαι,
- δοῦλος λόγοισιν ἀντʼ ἐλευθέρου φανείς.
- τοιαῦτα μὲν κατʼ οἶκον· ἐν Τροίᾳ δέ μοι
- πολλοὶ μὲν ἐχθροί, παῦρα δʼ ὠφελήσιμα.
- καὶ ταῦτα πάντα σοῦ θανόντος ηὑρόμην.
- οἴμοι, τί δράσω; πῶς σʼ ἀποσπάσω πικροῦ·
- τοῦδʼ αἰόλου κνώδοντος, ὦ τάλας, ὑφʼ οὗ
- φονέως ἄρʼ ἐξέπνευσας; εἶδες ὡς χρόνῳ
- ἔμελλέ σʼ Ἕκτωρ καὶ θανὼν ἀποφθίσειν;
- σκέψασθε, πρὸς θεῶν, τὴν τύχην δυοῖν βροτοῖν.
- Ἕκτωρ μέν, ᾧ δὴ τοῦδʼ ἐδωρήθη πάρα,
- ζωστῆρι πρισθεὶς ἱππικῶν ἐξ ἀντύγων
- ἐκνάπτετʼ αἰέν, ἔστʼ ἀπέψυξεν βίον·
- οὗτος δʼ ἐκείνου τήνδε δωρεὰν ἔχων
- πρὸς τοῦδʼ ὄλωλε θανασίμῳ πεσήματι.
- ἆρʼ οὐκ Ἐρινὺς τοῦτʼ ἐχάλκευσεν ξίφος
- κἀκεῖνον Ἅιδης, δημιουργὸς ἄγριος;
- ἐγὼ μὲν οὖν καὶ ταῦτα καὶ τὰ πάντʼ ἀεὶ
- φάσκοιμʼ ἂν ἀνθρώποισι μηχανᾶν θεούς·
- ὅτῳ δὲ μὴ τάδʼ ἐστὶν ἐν γνώμῃ φίλα,