Ajax

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. πάρα στενάζειν.
Τεῦκρος
  1. ὦ περισπερχὲς πάθος.
Χορός
  1. ἄγαν γε, Τεῦκρε.
Τεῦκρος
  1. φεῦ τάλας· τί γὰρ τέκνον
  2. τὸ τοῦδε, ποῦ μοι γῆς κυρεῖ τῆς Τρῳάδος;
Χορός
  1. μόνος παρὰ σκηναῖσιν.
Τεῦκρος
  1. οὐχ ὅσον τάχος
  2. δῆτʼ αὐτὸν ἄξεις δεῦρο, μή τις ὡς κενῆς
  3. σκύμνον λεαίνης δυσμενῶν ἀναρπάσῃ;
  4. ἴθʼ, ἐγκόνει, σύγκαμνε· τοῖς θανοῦσί τοι
  5. φιλοῦσι πάντες κειμένοις ἐπεγγελᾶν.
Χορός
  1. καὶ μὴν ἔτι ζῶν, Τεῦκρε, τοῦδέ σοι μέλειν
  2. ἐφίεθʼ ἁνὴρ κεῖνος, ὥσπερ οὖν μέλει.
Τεῦκρος
  1. ὦ τῶν ἁπάντων δὴ θεαμάτων ἐμοὶ
  2. ἄλγιστον ὧν προσεῖδον ὀφθαλμοῖς ἐγώ,
  3. ὁδός θʼ ὁδῶν πασῶν ἀνιάσασα δὴ
  4. μάλιστα τοὐμὸν σπλάγχνον, ἣν δὴ νῦν ἔβην.
  5. ὦ φίλτατʼ Αἴας, τὸν σὸν ὡς ἐπῃσθόμην
  6. μόρον διώκων κἀξιχνοσκοπούμενος.
  7. ὀξεῖα γάρ σου βάξις ὡς θεοῦ τινος