Ajax

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. θανόντʼ ἂν οἰμώξειαν ἐν χρείᾳ δορός.
  2. οἱ γὰρ κακοὶ γνώμαισι τἀγαθὸν χεροῖν
  3. ἔχοντες οὐκ ἴσασι, πρίν τις ἐκβάλῃ.
  4. ἐμοὶ πικρὸς τέθνηκεν ἢ κείνοις γλυκύς,
  5. αὑτῷ δὲ τερπνός· ὧν γὰρ ἠράσθη τυχεῖν
  6. ἐκτήσαθʼ αὑτῷ, θάνατον ὅνπερ ἤθελεν.
  7. τί δῆτα τοῦδʼ ἐπεγγελῷεν ἂν κάτα;
  8. θεοῖς τέθνηκεν οὗτος, οὐ κείνοισιν, οὔ.
  9. πρὸς ταῦτʼ Ὀδυσσεὺς ἐν κενοῖς ὑβριζέτω.
  10. Αἴας γὰρ αὐτοῖς οὐκέτʼ ἐστίν, ἀλλʼ ἐμοὶ
  11. λιπὼν ἀνίας καὶ γόους διοίχεται.
Τεῦκρος
  1. ἰώ μοί μοι.
Χορός
  1. σίγησον· αὐδὴν γὰρ δοκῶ Τεύκρου κλύειν
  2. βοῶντος ἄτης τῆσδʼ ἐπίσκοπον μέλος.
Τεῦκρος
  1. ὦ φίλτατʼ Αἴας, ὦ ξύναιμον ὄμμʼ ἐμοί,
  2. ἆρʼ ἠμπόληκας, ὥσπερ ἡ φάτις κρατεῖ;
Χορός
  1. ὄλωλεν ἁνήρ, Τεῦκρε, τοῦτʼ ἐπίστασο.
Τεῦκρος
  1. ὤμοι βαρείας ἆρα τῆς ἐμῆς τύχης.
Χορός
  1. ὡς ὧδʼ ἐχόντων
Τεῦκρος
  1. ὦ τάλας ἐγώ, τάλας.