Ajax

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. οὐδέν σʼ ἀπιστῶ καὶ δὶς οἰμῶξαι, γύναι,
  2. τοιοῦδʼ ἀποβλαφθεῖσαν ἀρτίως φίλου.
Τέκμησσα
  1. σοὶ μὲν δοκεῖν ταῦτʼ ἔστʼ, ἐμοὶ δʼ ἄγαν φρονεῖν.
Χορός
  1. ξυναυδῶ.
Τέκμησσα
  1. οἴμοι, τέκνον, πρὸς οἷα δουλείας ζυγὰ
  2. χωροῦμεν, οἷοι νῷν ἐφεστᾶσιν σκοποί.
Χορός
  1. ὤμοι, ἀναλγήτων
  2. δισσῶν ἐθρόησας ἄναυδʼ
  3. ἔργʼ Ἀτρειδᾶν τῷδʼ ἄχει.
  4. ἀλλʼ ἀπείργοι θεός.
Τέκμησσα
  1. οὐκ ἂν τάδʼ ἔστη τῇδε μὴ θεῶν μέτα.
Χορός
  1. ἄγαν ὑπερβριθὲς γὰρ ἄχθος ἤνυσαν.
Τέκμησσα
  1. τοιόνδε μέντοι Ζηνὸς ἡ δεινὴ θεὸς
  2. Παλλὰς φυτεύει πῆμʼ Ὀδυσσέως χάριν.
Χορός
  1. ἦ ῥα κελαινώπαν θυμὸν ἐφυβρίζει πολύτλας ἀνήρ,
  2. γελᾷ δὲ τοῖσδε μαινομένοις ἄχεσιν
  3. πολὺν γέλωτα, φεῦ φεῦ,
  4. ξύν τε διπλοῖ βασιλῆς κλύοντες Ἀτρεῖδαι.
Τέκμησσα
  1. οἱ δʼ οὖν γελώντων κἀπιχαιρόντων κακοῖς
  2. τοῖς τοῦδʼ· ἴσως τοι, κεἰ βλέποντα μὴ ʼπόθουν,