Ajax
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- τοιόνδε μέντοι Ζηνὸς ἡ δεινὴ θεὸς
- Παλλὰς φυτεύει πῆμʼ Ὀδυσσέως χάριν.
- ἦ ῥα κελαινώπαν θυμὸν ἐφυβρίζει πολύτλας ἀνήρ,
- γελᾷ δὲ τοῖσδε μαινομένοις ἄχεσιν
- πολὺν γέλωτα, φεῦ φεῦ,
- ξύν τε διπλοῖ βασιλῆς κλύοντες Ἀτρεῖδαι.
- οἱ δʼ οὖν γελώντων κἀπιχαιρόντων κακοῖς
- τοῖς τοῦδʼ· ἴσως τοι, κεἰ βλέποντα μὴ ʼπόθουν,
- θανόντʼ ἂν οἰμώξειαν ἐν χρείᾳ δορός.
- οἱ γὰρ κακοὶ γνώμαισι τἀγαθὸν χεροῖν
- ἔχοντες οὐκ ἴσασι, πρίν τις ἐκβάλῃ.
- ἐμοὶ πικρὸς τέθνηκεν ἢ κείνοις γλυκύς,
- αὑτῷ δὲ τερπνός· ὧν γὰρ ἠράσθη τυχεῖν
- ἐκτήσαθʼ αὑτῷ, θάνατον ὅνπερ ἤθελεν.
- τί δῆτα τοῦδʼ ἐπεγγελῷεν ἂν κάτα;
- θεοῖς τέθνηκεν οὗτος, οὐ κείνοισιν, οὔ.