Ajax
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- πρὸς ταῦτʼ Ὀδυσσεὺς ἐν κενοῖς ὑβριζέτω.
- Αἴας γὰρ αὐτοῖς οὐκέτʼ ἐστίν, ἀλλʼ ἐμοὶ
- λιπὼν ἀνίας καὶ γόους διοίχεται.
- ἰώ μοί μοι.
- σίγησον· αὐδὴν γὰρ δοκῶ Τεύκρου κλύειν
- βοῶντος ἄτης τῆσδʼ ἐπίσκοπον μέλος.
- ὦ φίλτατʼ Αἴας, ὦ ξύναιμον ὄμμʼ ἐμοί,
- ἆρʼ ἠμπόληκας, ὥσπερ ἡ φάτις κρατεῖ;
- ὄλωλεν ἁνήρ, Τεῦκρε, τοῦτʼ ἐπίστασο.
- ὤμοι βαρείας ἆρα τῆς ἐμῆς τύχης.
- ὡς ὧδʼ ἐχόντων
- ὦ τάλας ἐγώ, τάλας.
- πάρα στενάζειν.
- ὦ περισπερχὲς πάθος.
- ἄγαν γε, Τεῦκρε.
- φεῦ τάλας· τί γὰρ τέκνον