Ajax

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. ---ὅπλων ἔκειτʼ ἀγὼν πέρι.
Τέκμησσα
  1. ἰώ μοί μοι.
Χορός
  1. χωρεῖ πρὸς ἧπαρ, οἶδα, γενναία δύη.
Τέκμησσα
  1. ἰώ μοί μοι.
Χορός
  1. οὐδέν σʼ ἀπιστῶ καὶ δὶς οἰμῶξαι, γύναι,
  2. τοιοῦδʼ ἀποβλαφθεῖσαν ἀρτίως φίλου.
Τέκμησσα
  1. σοὶ μὲν δοκεῖν ταῦτʼ ἔστʼ, ἐμοὶ δʼ ἄγαν φρονεῖν.
Χορός
  1. ξυναυδῶ.
Τέκμησσα
  1. οἴμοι, τέκνον, πρὸς οἷα δουλείας ζυγὰ
  2. χωροῦμεν, οἷοι νῷν ἐφεστᾶσιν σκοποί.
Χορός
  1. ὤμοι, ἀναλγήτων
  2. δισσῶν ἐθρόησας ἄναυδʼ
  3. ἔργʼ Ἀτρειδᾶν τῷδʼ ἄχει.
  4. ἀλλʼ ἀπείργοι θεός.
Τέκμησσα
  1. οὐκ ἂν τάδʼ ἔστη τῇδε μὴ θεῶν μέτα.
Χορός
  1. ἄγαν ὑπερβριθὲς γὰρ ἄχθος ἤνυσαν.