Ajax
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- οὐδεὶς ἄν, ὅστις καὶ φίλος, τλαίη βλέπειν
- φυσῶντʼ ἄνω πρὸς ῥῖνας ἔκ τε φοινίας
- πληγῆς μελανθὲν αἷμʼ ἀπʼ οἰκείας σφαγῆς.
- οἴμοι, τί δράσω; τίς σε βαστάσει φίλων;
- ποῦ Τεῦκρος; ὡς ἀκμαῖʼ ἄν, εἰ βαίη, μόλοι,
- πεπτῶτʼ ἀδελφὸν τόνδε συγκαθαρμόσαι.
- ὦ δύσμορʼ Αἴας, οἷος ὢν οἵως ἔχεις,
- ὡς καὶ παρʼ ἐχθροῖς ἄξιος θρήνων τυχεῖν.
- ἔμελλες, τάλας, ἔμελλες χρόνῳ
- στερεόφρων ἄρʼ ἐξανύσσειν κακὰν
- μοῖραν ἀπειρεσίων πόνων. τοῖά μοι
- πάννυχα καὶ φαέθοντʼ ἀνεστέναζες
- ὠμόφρων ἐχθοδόπʼ Ἀτρείδαις
- οὐλίῳ σὺν πάθει.
- μέγας ἄρʼ ἦν ἐκεῖνος ἄρχων χρόνος
- πημάτων, ἦμος ἀριστόχειρ
- ---ὅπλων ἔκειτʼ ἀγὼν πέρι.
- ἰώ μοί μοι.
- χωρεῖ πρὸς ἧπαρ, οἶδα, γενναία δύη.
- ἰώ μοί μοι.