Ajax

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. οὐδεὶς ἄν, ὅστις καὶ φίλος, τλαίη βλέπειν
  2. φυσῶντʼ ἄνω πρὸς ῥῖνας ἔκ τε φοινίας
  3. πληγῆς μελανθὲν αἷμʼ ἀπʼ οἰκείας σφαγῆς.
  4. οἴμοι, τί δράσω; τίς σε βαστάσει φίλων;
  5. ποῦ Τεῦκρος; ὡς ἀκμαῖʼ ἄν, εἰ βαίη, μόλοι,
  6. πεπτῶτʼ ἀδελφὸν τόνδε συγκαθαρμόσαι.
  7. ὦ δύσμορʼ Αἴας, οἷος ὢν οἵως ἔχεις,
  8. ὡς καὶ παρʼ ἐχθροῖς ἄξιος θρήνων τυχεῖν.
Χορός
  1. ἔμελλες, τάλας, ἔμελλες χρόνῳ
  2. στερεόφρων ἄρʼ ἐξανύσσειν κακὰν
  3. μοῖραν ἀπειρεσίων πόνων. τοῖά μοι
  4. πάννυχα καὶ φαέθοντʼ ἀνεστέναζες
  5. ὠμόφρων ἐχθοδόπʼ Ἀτρείδαις
  6. οὐλίῳ σὺν πάθει.
  7. μέγας ἄρʼ ἦν ἐκεῖνος ἄρχων χρόνος
  8. πημάτων, ἦμος ἀριστόχειρ