Ajax
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- Αἴας ὅδʼ ἡμῖν ἀρτίως νεοσφαγὴς
- κεῖται, κρυφαίῳ φασγάνῳ περιπτυχής.
- ὤμοι ἐμῶν νόστων·
- ὤμοι, κατέπεφνες, ἄναξ,
- τόνδε συνναύταν, τάλας
- ὦ ταλαίφρων γύναι·
- ὡς ὧδε τοῦδʼ ἔχοντος αἰάζειν πάρα.
- τίνος ποτʼ ἆρʼ ἔπραξε χειρὶ δύσμορος;
- αὐτὸς πρὸς αὑτοῦ, δῆλον· ἐν γάρ οἱ χθονὶ
- πηκτὸν τόδʼ ἔγχος περιπετὲς κατηγορεῖ.
- ὤμοι ἐμᾶς ἄτας, οἶος ἄρʼ αἱμάχθης, ἄφαρκτος φίλων·
- ἐγὼ δʼ ὁ πάντα κωφός, ὁ πάντʼ ἄϊδρις,
- κατημέλησα. πᾷ πᾷ
- κεῖται ὁ δυστράπελος, δυσώνυμος Αἴας;
- οὔτοι θεατός· ἀλλά νιν περιπτυχεῖ
- φάρει καλύψω τῷδε παμπήδην, ἐπεὶ