Ajax

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. ἴδῃς, ἐπισχὼν χρυσόνωτον ἡνίαν
  2. ἄγγειλον ἄτας τὰς ἐμὰς μόρον τʼ ἐμὸν
  3. γέροντι πατρὶ τῇ τε δυστήνῳ τροφῷ.
  4. ἦ που τάλαινα, τήνδʼ ὅταν κλύῃ φάτιν,
  5. ἥσει μέγαν κωκυτὸν ἐν πάσῃ πόλει.
  6. ἀλλʼ οὐδὲν ἔργον ταῦτα θρηνεῖσθαι μάτην,
  7. ἀλλʼ ἀρκτέον τὸ πρᾶγμα σὺν τάχει τινί.
  8. ὦ Θάνατε Θάνατε, νῦν μʼ ἐπίσκεψαι μολών.
  9. καίτοι σὲ μὲν κἀκεῖ προσαυδήσω ξυνών.
  10. σὲ δʼ, ὦ φαεννῆς ἡμέρας τὸ νῦν σέλας,
  11. καὶ τὸν διφρευτὴν Ἥλιον προσεννέπω,
  12. πανύστατον δὴ κοὔποτʼ αὖθις ὕστερον.
  13. ὦ φέγγος, ὦ γῆς ἱερὸν οἰκείας πέδον
  14. Σαλαμῖνος, ὦ πατρῷον ἑστίας βάθρον
  15. κλειναί τʼ Ἀθῆναι καὶ τὸ σύντροφον γένος
  16. κρῆναί τε ποταμοί θʼ οἵδε, καὶ τὰ Τρωϊκὰ