Ajax

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. πεδία προσαυδῶ, χαίρετʼ, ὦ τροφῆς ἐμοί·
  2. τοῦθʼ ὑμὶν Αἴας τοὔπος ὕστατον θροεῖ,
  3. τὰ δʼ ἄλλʼ ἐν Ἅιδου τοῖς κάτω μυθήσομαι.
Ἡμιχόριον 1
  1. πόνος πόνῳ πόνον φέρει.
  2. πᾷ πᾷ
  3. πᾷ γὰρ οὐκ ἔβαν ἐγώ;
  4. κοὐδεὶς ἐπίσταταί με συμμαθεῖν τόπος.
  5. ἰδού.
  6. δοῦπον αὖ κλύω τινά.
Ἡμιχόριον 2
  1. ἡμῶν γε ναὸς κοινόπλουν ὁμιλίαν.
Ἡμιχόριον 1
  1. τί οὖν δή;
Ἡμιχόριον 2
  1. πᾶν ἐστίβηται πλευρὸν ἕσπερον νεῶν
Ἡμιχόριον 1
  1. ἔχεις οὖν;
Ἡμιχόριον 2
  1. πόνου γε πλῆθος, κοὐδὲν εἰς ὄψιν πλέον.
Ἡμιχόριον 1
  1. ἀλλʼ οὐδὲ μὲν δὴ τὴν ἀφʼ ἡλίου βολῶν
  2. κέλευθον ἁνὴρ οὐδαμοῦ δηλοῖ φανείς.