Ajax

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. τοσαῦτά σʼ, ὦ Ζεῦ, προστρέπω, καλῶ δʼ ἅμα
  2. πομπαῖον Ἑρμῆν χθόνιον εὖ με κοιμίσαι,
  3. ξὺν ἀσφαδάστῳ καὶ ταχεῖ πηδήματι
  4. πλευρὰν διαρρήξαντα τῷδε φασγάνῳ.
  5. καλῶ δʼ ἀρωγοὺς τὰς ἀεί τε παρθένους
  6. ἀεί θʼ ὁρώσας πάντα τἀν βροτοῖς πάθη,
  7. σεμνὰς Ἐρινῦς τανύποδας, μαθεῖν ἐμὲ
  8. πρὸς τῶν Ἀτρειδῶν ὡς διόλλυμαι τάλας,
  9. καί σφας κακοὺς κάκιστα καὶ πανωλέθρους
  10. ξυναρπάσειαν, ὥσπερ εἰσορῶσʼ ἐμὲ
  11. αὐτοσφαγῆ πίπτοντα, τὼς αὐτοσφαγεῖς
  12. πρὸς τῶν φιλίστων ἐκγόνων ὀλοίατο.
  13. ἴτʼ, ὦ ταχεῖαι ποίνιμοί τʼ Ἐρινύες,
  14. γεύεσθε, μὴ φείδεσθε πανδήμου στρατοῦ·
  15. σὺ δʼ, ὦ τὸν αἰπὺν οὐρανὸν διφρηλατῶν
  16. Ἥλιε, πατρῴαν τὴν ἐμὴν ὅταν χθόνα