Ajax
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- τοσαῦτά σʼ, ὦ Ζεῦ, προστρέπω, καλῶ δʼ ἅμα
- πομπαῖον Ἑρμῆν χθόνιον εὖ με κοιμίσαι,
- ξὺν ἀσφαδάστῳ καὶ ταχεῖ πηδήματι
- πλευρὰν διαρρήξαντα τῷδε φασγάνῳ.
- καλῶ δʼ ἀρωγοὺς τὰς ἀεί τε παρθένους
- ἀεί θʼ ὁρώσας πάντα τἀν βροτοῖς πάθη,
- σεμνὰς Ἐρινῦς τανύποδας, μαθεῖν ἐμὲ
- πρὸς τῶν Ἀτρειδῶν ὡς διόλλυμαι τάλας,
- καί σφας κακοὺς κάκιστα καὶ πανωλέθρους
- ξυναρπάσειαν, ὥσπερ εἰσορῶσʼ ἐμὲ
- αὐτοσφαγῆ πίπτοντα, τὼς αὐτοσφαγεῖς
- πρὸς τῶν φιλίστων ἐκγόνων ὀλοίατο.
- ἴτʼ, ὦ ταχεῖαι ποίνιμοί τʼ Ἐρινύες,
- γεύεσθε, μὴ φείδεσθε πανδήμου στρατοῦ·
- σὺ δʼ, ὦ τὸν αἰπὺν οὐρανὸν διφρηλατῶν
- Ἥλιε, πατρῴαν τὴν ἐμὴν ὅταν χθόνα
- ἴδῃς, ἐπισχὼν χρυσόνωτον ἡνίαν
- ἄγγειλον ἄτας τὰς ἐμὰς μόρον τʼ ἐμὸν
- γέροντι πατρὶ τῇ τε δυστήνῳ τροφῷ.
- ἦ που τάλαινα, τήνδʼ ὅταν κλύῃ φάτιν,