Ajax
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- χωρῶμεν, ἐγκονῶμεν, οὐχ ἕδρας ἀκμὴ
- σῴζειν θέλοντας ἄνδρα γʼ ὃς σπεύδῃ θανεῖν.
- χωρεῖν ἕτοιμος, κοὐ λόγῳ δείξω μόνον·
- τάχος γὰρ ἔργου καὶ ποδῶν ἅμʼ ἕψεται,
- ὁ μὲν σφαγεὺς ἕστηκεν ᾗ τομώτατος
- γένοιτʼ ἄν, εἴ τῳ καὶ λογίζεσθαι σχολή·
- δῶρον μὲν ἀνδρὸς Ἕκτορος ξένων ἐμοὶ
- μάλιστα μισηθέντος ἐχθίστου θʼ ὁρᾶν·
- πέπηγε δʼ ἐν γῇ πολεμίᾳ τῇ Τρῳάδι,
- σιδηροβρῶτι θηγάνῃ νεηκονής·
- ἔπηξα δʼ αὐτὸν εὖ περιστείλας ἐγώ,
- εὐνούστατον τῷδʼ ἀνδρὶ διὰ τάχους θανεῖν.
- οὕτω μὲν εὐσκευοῦμεν· ἐκ δὲ τῶνδέ μοι
- σὺ πρῶτος, ὦ Ζεῦ, καὶ γὰρ εἰκός, ἄρκεσον.
- αἰτήσομαι δέ σʼ οὐ μακρὸν γέρας λαχεῖν.
- πέμψον τινʼ ἡμῖν ἄγγελον, κακὴν φάτιν
- Τεύκρῳ φέροντα, πρῶτος ὥς με βαστάσῃ
- πεπτῶτα τῷδε περὶ νεορράντῳ ξίφει,
- καὶ μὴ πρὸς ἐχθρῶν του κατοπτευθεὶς πάρος
- ῥιφθῶ κυσὶν πρόβλητος οἰωνοῖς θʼ ἕλωρ.