Ajax

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. ἥσει μέγαν κωκυτὸν ἐν πάσῃ πόλει.
  2. ἀλλʼ οὐδὲν ἔργον ταῦτα θρηνεῖσθαι μάτην,
  3. ἀλλʼ ἀρκτέον τὸ πρᾶγμα σὺν τάχει τινί.
  4. ὦ Θάνατε Θάνατε, νῦν μʼ ἐπίσκεψαι μολών.
  5. καίτοι σὲ μὲν κἀκεῖ προσαυδήσω ξυνών.
  6. σὲ δʼ, ὦ φαεννῆς ἡμέρας τὸ νῦν σέλας,
  7. καὶ τὸν διφρευτὴν Ἥλιον προσεννέπω,
  8. πανύστατον δὴ κοὔποτʼ αὖθις ὕστερον.
  9. ὦ φέγγος, ὦ γῆς ἱερὸν οἰκείας πέδον
  10. Σαλαμῖνος, ὦ πατρῷον ἑστίας βάθρον
  11. κλειναί τʼ Ἀθῆναι καὶ τὸ σύντροφον γένος
  12. κρῆναί τε ποταμοί θʼ οἵδε, καὶ τὰ Τρωϊκὰ
  13. πεδία προσαυδῶ, χαίρετʼ, ὦ τροφῆς ἐμοί·
  14. τοῦθʼ ὑμὶν Αἴας τοὔπος ὕστατον θροεῖ,
  15. τὰ δʼ ἄλλʼ ἐν Ἅιδου τοῖς κάτω μυθήσομαι.
Ἡμιχόριον 1
  1. πόνος πόνῳ πόνον φέρει.
  2. πᾷ πᾷ
  3. πᾷ γὰρ οὐκ ἔβαν ἐγώ;
  4. κοὐδεὶς ἐπίσταταί με συμμαθεῖν τόπος.
  5. ἰδού.