Ajax

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. οἴμοι, τί φής, ἄνθρωπε; μῶν ὀλώλαμεν;
Ἄγγελος
  1. οὐκ οἶδα τὴν σὴν πρᾶξιν, Αἴαντος δʼ ὅτι,
  2. θυραῖος εἴπερ ἐστίν, οὐ θαρσῶ πέρι.
Τέκμησσα
  1. καὶ μὴν θυραῖος, ὥστε μʼ ὠδίνειν τί φής.
Ἄγγελος
  1. ἐκεῖνον εἴργειν Τεῦκρος ἐξεφίεται
  2. σκηνῆς ὕπαυλον μηδʼ ἀφιέναι μόνον.
Τέκμησσα
  1. ποῦ δʼ ἐστὶ Τεῦκρος, κἀπὶ τῷ λέγει τάδε;
Ἄγγελος
  1. πάρεστʼ ἐκεῖνος ἄρτι· τήνδε δʼ ἔξοδον
  2. ὀλεθρίαν Αἴαντος ἐλπίζει φέρειν.
Τέκμησσα
  1. οἴμοι τάλαινα, τοῦ ποτʼ ἀνθρώπων μαθών;
Ἄγγελος
  1. τοῦ Θεστορείου μάντεως, καθʼ ἡμέραν
  2. τὴν νῦν, ὅτʼ αὐτῷ θάνατον ἢ βίον φέρει.
Τέκμησσα
  1. οἲ ʼγώ, φίλοι, πρόστητʼ ἀναγκαίας τύχης,
  2. καὶ σπεύσαθʼ, οἱ μὲν Τεῦκρον ἐν τάχει μολεῖν,
  3. οἱ δʼ ἑσπέρους ἀγκῶνας, οἱ δʼ ἀντηλίους
  4. ζητεῖτʼ ἰόντες τἀνδρὸς ἔξοδον κακήν.
  5. ἔγνωκα γὰρ δὴ φωτὸς ἠπατημένη
  6. καὶ τῆς παλαιᾶς χάριτος ἐκβεβλημένη.
  7. οἴμοι, τί δράσω, τέκνον; οὐχ ἱδρυτέον·
  8. ἀλλʼ εἶμι κἀγὼ κεῖσʼ ὅποιπερ ἂν σθένω.