Ajax
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- μεμηνότʼ ἄνδρα περιφανῶς ὀκνεῖς ἰδεῖν;
- φρονοῦντα γάρ νιν οὐκ ἂν ἐξέστην ὄκνῳ.
- ἀλλʼ οὐδὲ νῦν σε μὴ παρόντʼ ἴδῃ πέλας.
- πῶς, εἴπερ ὀφθαλμοῖς γε τοῖς αὐτοῖς ὁρᾷ;
- ἐγὼ σκοτώσω βλέφαρα καὶ δεδορκότα.
- γένοιτο μέντἂν πᾶν θεοῦ τεχνωμένου.
- σίγα νυν ἑστὼς καὶ μένʼ ὡς κυρεῖς ἔχων.
- μένοιμʼ ἄν· ἤθελον δʼ ἂν ἐκτὸς ὢν τυχεῖν.
- ὦ οὗτος, Αἴας, δεύτερόν σε προσκαλῶ.
- τί βαιὸν οὕτως ἐντρέπει τῆς συμμάχου;
- ὦ χαῖρʼ Ἀθάνα, χαῖρε Διογενὲς τέκνον,
- ὡς εὖ παρέστης· καί σε παγχρύσοις ἐγὼ
- στέψω λαφύροις τῆσδε τῆς ἄγρας χάριν.
- καλῶς ἔλεξας· ἀλλʼ ἐκεῖνό μοι φράσον,
- ἔβαψας ἔγχος εὖ πρὸς Ἀργείων στρατῷ;
- κόμπος πάρεστι κοὐκ ἀπαρνοῦμαι τὸ μή.
- ἦ καὶ πρὸς Ἀτρείδαισιν ᾔχμασας χέρα;
- ὥστʼ οὔποτʼ Αἴανθʼ οἵδʼ ἀτιμάσουσʼ ἔτι.
- τεθνᾶσιν ἄνδρες, ὡς τὸ σὸν ξυνῆκʼ ἐγώ.
- θανόντες ἤδη τἄμʼ ἀφαιρείσθων ὅπλα.