Ajax

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. εἶεν, τί γὰρ δὴ παῖς ὁ τοῦ Λαερτίου,
  2. ποῦ σοι τύχης ἕστηκεν; ἢ πέφευγέ σε;
Αἴας
  1. ἦ τοὐπίτριπτον κίναδος ἐξήρου μʼ ὅπου;
Ἀθήνα
  1. ἔγωγʼ· Ὀδυσσέα τὸν σὸν ἐνστάτην λέγω.
Αἴας
  1. ἥδιστος, ὦ δέσποινα, δεσμώτης ἔσω
  2. θακεῖ· θανεῖν γὰρ αὐτὸν οὔ τί πω θέλω.
Ἀθήνα
  1. πρὶν ἂν τί δράσῃς ἢ τί κερδάνῃς πλέον;
Αἴας
  1. πρὶν ἂν δεθεὶς πρὸς κίονʼ ἑρκείου στέγης.
Ἀθήνα
  1. τί δῆτα τὸν δύστηνον ἐργάσει κακόν;
Αἴας
  1. μάστιγι πρῶτον νῶτα φοινιχθεὶς θάνῃ.
Ἀθήνα
  1. μὴ δῆτα τὸν δύστηνον ὧδέ γʼ αἰκίσῃ.
Αἴας
  1. χαίρειν, Ἀθάνα, τἄλλʼ ἐγώ σʼ ἐφίεμαι·
  2. κεῖνος δὲ τίσει τήνδε κοὐκ ἄλλην δίκην.
Ἀθήνα
  1. σὺ δʼ οὖν, ἐπειδὴ τέρψις ἥδε σοι τὸ δρᾶν,
  2. χρῶ χειρί, φείδου μηδὲν ὧνπερ ἐννοεῖς.
Αἴας
  1. χωρῶ πρὸς ἔργον· σοὶ δὲ τοῦτʼ ἐφίεμαι,
  2. τοιάνδʼ ἀεί μοι σύμμαχον παρεστάναι.
Ἀθήνα
  1. ὁρᾷς, Ὀδυσσεῦ, τὴν θεῶν ἰσχὺν ὅση;
  2. τούτου τίς ἄν σοι τἀνδρὸς ἢ προνούστερος
  3. ἢ δρᾶν ἀμείνων ηὑρέθη τὰ καίρια;