Ajax

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. κἄπειτʼ ἐπειδὴ τοῦδʼ ἐλώφησεν πόνου,
  2. τοὺς ζῶντας αὖ δεσμοῖσι συνδήσας βοῶν
  3. ποίμνας τε πάσας εἰς δόμους κομίζεται,
  4. ὡς ἄνδρας, οὐχ ὡς εὔκερων ἄγραν ἔχων,
  5. καὶ νῦν κατʼ οἴκους συνδέτους αἰκίζεται.
  6. δείξω δὲ καὶ σοὶ τήνδε περιφανῆ νόσον,
  7. ὡς πᾶσιν Ἀργείοισιν εἰσιδὼν θροῇς.
  8. θαρσῶν δὲ μίμνε μηδὲ συμφορὰν δέχου
  9. τὸν ἄνδρʼ· ἐγὼ γὰρ ὀμμάτων ἀποστρόφους
  10. αὐγὰς ἀπείρξω σὴν πρόσοψιν εἰσιδεῖν.
  11. οὗτος, σὲ τὸν τὰς αἰχμαλωτίδας χέρας
  12. δεσμοῖς ἀπευθύνοντα προσμολεῖν καλῶ·
  13. Αἴαντα φωνῶ· στεῖχε δωμάτων πάρος.
Ὀδυσσεύς
  1. τί δρᾷς, Ἀθάνα; μηδαμῶς σφʼ ἔξω κάλει.
Ἀθήνα
  1. οὐ σῖγʼ ἀνέξει μηδὲ δειλίαν ἀρεῖ;
Ὀδυσσεύς
  1. μὴ πρὸς θεῶν, ἀλλʼ ἔνδον ἀρκείτω μένων.
Ἀθήνα
  1. τί μὴ γένηται; πρόσθεν οὐκ ἀνὴρ ὅδʼ ἦν;
Ὀδυσσεύς
  1. ἐχθρός γε τῷδε τἀνδρὶ καὶ τανῦν ἔτι.
Ἀθήνα
  1. οὔκουν γέλως ἥδιστος εἰς ἐχθροὺς γελᾶν;
Ὀδυσσεύς
  1. ἐμοὶ μὲν ἀρκεῖ τοῦτον ἐν δόμοις μένειν.