Ajax

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. δίας Ἀθάνας, ἡνίκʼ ὀτρύνουσά νιν
  2. ηὐδᾶτʼ ἐπʼ ἐχθροῖς χεῖρα φοινίαν τρέπειν,
  3. τότʼ ἀντιφωνεῖ δεινὸν ἄρρητόν τʼ ἔπος·
  4. ἄνασσα, τοῖς ἄλλοισιν Ἀργείων πέλας
  5. ἵστω, καθʼ ἡμᾶς δʼ οὔποτʼ ἐκρήξει μάχη.
  6. τοιοῖσδέ τοι λόγοισιν ἀστεργῆ θεᾶς
  7. ἐκτήσατʼ ὀργήν, οὐ κατʼ ἄνθρωπον φρονῶν.
  8. ἀλλʼ εἴπερ ἔστι τῇδε θἠμέρᾳ, τάχʼ ἂν
  9. γενοίμεθʼ αὐτοῦ σὺν θεῷ σωτήριοι.
  10. τοσαῦθʼ ὁ μάντις εἶφʼ· ὁ δʼ εὐθὺς ἐξ ἕδρας
  11. πέμπει με σοὶ φέροντα τάσδʼ ἐπιστολὰς
  12. Τεῦκρος φυλάσσειν. εἰ δʼ ἀπεστερήμεθα,
  13. οὐκ ἔστιν ἁνὴρ κεῖνος, εἰ Κάλχας σοφός.
Χορός
  1. ὦ δαΐα Τέκμησσα, δύσμορον γένος,
  2. ὅρα μολοῦσα τόνδʼ ὁποῖʼ ἔπη θροεῖ·
  3. ξυρεῖ γὰρ ἐν χρῷ τοῦτο μὴ χαίρειν τινά.
Τέκμησσα
  1. τί μʼ αὖ τάλαιναν, ἀρτίως πεπαυμένην
  2. κακῶν ἀτρύτων, ἐξ ἕδρας ἀνίστατε;
Χορός
  1. τοῦδʼ εἰσάκουε τἀνδρός, ὡς ἥκει φέρων
  2. Αἴαντος ἡμῖν πρᾶξιν ἣν ἤλγησʼ ἐγώ.