Ajax
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- οὐκ ἔστιν ἁνὴρ κεῖνος, εἰ Κάλχας σοφός.
- ὦ δαΐα Τέκμησσα, δύσμορον γένος,
- ὅρα μολοῦσα τόνδʼ ὁποῖʼ ἔπη θροεῖ·
- ξυρεῖ γὰρ ἐν χρῷ τοῦτο μὴ χαίρειν τινά.
- τί μʼ αὖ τάλαιναν, ἀρτίως πεπαυμένην
- κακῶν ἀτρύτων, ἐξ ἕδρας ἀνίστατε;
- τοῦδʼ εἰσάκουε τἀνδρός, ὡς ἥκει φέρων
- Αἴαντος ἡμῖν πρᾶξιν ἣν ἤλγησʼ ἐγώ.
- οἴμοι, τί φής, ἄνθρωπε; μῶν ὀλώλαμεν;
- οὐκ οἶδα τὴν σὴν πρᾶξιν, Αἴαντος δʼ ὅτι,
- θυραῖος εἴπερ ἐστίν, οὐ θαρσῶ πέρι.
- καὶ μὴν θυραῖος, ὥστε μʼ ὠδίνειν τί φής.
- ἐκεῖνον εἴργειν Τεῦκρος ἐξεφίεται
- σκηνῆς ὕπαυλον μηδʼ ἀφιέναι μόνον.
- ποῦ δʼ ἐστὶ Τεῦκρος, κἀπὶ τῷ λέγει τάδε;
- πάρεστʼ ἐκεῖνος ἄρτι· τήνδε δʼ ἔξοδον